δεδαπάνηνται ψυχὴν ἄρχοντος ἀναμενοῦντες, οἱ δ’ ἀντὶ πλειόνων ἐλάττω λαβόντες ἠγάπησαν. τοῖς δ’ ἐκ τοῦ συνδικεῖν τὸν βίον ποιουμένοις τὸ τηνάλλως καθῆσθαι περίεστιν, οἱ κήρυκες δέ τινας ἐπ’ οὐδενὶ καλοῦντες καλοῦσιν ὅμως ὑπὲρ τοῦ δοκεῖν εἶναί τι τὸ πραττό-
μένον, ἐπεὶ τό γε ἀληθὲς ὕπνος πολύς. τὰς δὲ μέχρι τῆς ἐσπέρας καθέδρας οὐκ ἔργων ἐπιθυμία ποιεῖ, συμ- 1 2 βουλαὶ δὲ ἰατρικῆς καὶ τὰ τῇ γαστρὶ συμφέροντα, ὥστ εἶναι γέλωτα τοῖς ὁρῶσι τὰς πρὸ τοῦ ζεύγους λαμπάδας.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.