οἶδ’ ὅστις ἐμοῦ πλείοσιν ἀφῆκεν αἰτίας. μὴ δὴ τὸν πρὸ τῆς φιλίας λεγέτω μοι τις χρόνον, ἀλλ’ εἴ τι δυσμενείᾳ πρέπον ἐν αὐτῇ γεγένηται. τοῦτο δὲ δει- 1 2 κνύειν οὐκ ἔχων μὴ φθόνει τῷ κτησαμένῳ φίλον μηδὲ τὸν ταῖς ἐμαῖς συνουσίαις ἡδόμενον ὡς ἂν ἀμείνω γιγνόμενον ἔλαττον ἔχειν ἀξίου τῶν τοῦτο ποιουμένων ζημίαν μηδὲ τὸν διώκοντά με τῶν φευγόντων μηδὲ 3 τὸν | τιμῶντα τῶν ὑβριζόντων μηδ’ οἴου τὸ πε- 6 φοιτηκέναι σε παρ’ ἐμὲ κατ’ ἐμοῦ τοῦ μηδὲν ἀδικοῦν- τος μᾶλλον ἢ κατὰ σοῦ τοῦ τὰ τοιαῦτα πεποιηκότος εἶναι.
ὁ Θρασύδαιος ἐγένετο μετριώτερος; πολλῷ μὲν οὖν χαλεπώτερος, ὅσῳ τότε μὲν ὕβριζεν, ἐν δὲ τούτοις ἐπεβούλευε, μᾶλλον δὲ ἄμφω μὲν πρότερον, ὕστερον δὲ μειζόνως τὸ δεύτερον. εὐπορῶν γὰρ οὐκ ὀλίγων τῶν παρὰ τῷ στρατηγῷ δυναμένων ὑπὲρ ὧν ἐβούλετο
διαλεχθῆναι ἀφεὶς ἅπαντας ἐκείνους ἐμὲ τὸν ταῦτα αὐτῷ πράττοντα ἐβούλετο γενέσθαι οὐχ ὡς ἥττονος ἐν ἐκείνῳ τῆς βοηθείας ἐσομένης, ἀλλ’ ἦν ἡ σπουδὴ τὴν ὀργὴν τῶν τοῦτο δυσχερανούντων καὶ τοὺς ἀπ’ αὐτῆς λόγους ἐπ’ ἐμέ τε ἐλθεῖν καὶ τὴν ἐμὴν κεφαλήν.
ἀλλ’ οὐκ ἄν ἔπασχον σιγωμένων ἃ ῥηθέντων ἔπαθον. 5 ἔπαθον δὲ τί; ἐχθρὸν μὲν οἶς τοῦτο οὐκ ἤρεσκεν ἔφασκον εἶναί με τῷ βασιλεῖ, φίλον δὲ τῷ τυράννῳ, καὶ τῶν ἀπὸ τῆς πρεσβείας τούτῳ με φθονοῦντα τὴν ἐσομένην ἐντεῦθεν ἐκείνῳ βλάβην κωλύειν, δραμόντων δὲ ὡς αὐτὸν τῶν ταῦτα ἀκουσάντων καὶ οὐκ |
ἐώντων περὶ τοιούτων αὐτῷ πρὸς ἐμὲ λόγον οὐδέ- 6 νᾷ, εἶναί γε εὐλογώτερον διὰ τοῦ τὴν μὲν γυναῖκα θρηνοῦντος, περὶ δὲ τῇ θυγατρὶ δεδιότος εὑρίσκεσθαι τὴν λύσιν, λῆρον ἔφη πάντα εἶναι πλὴν ἑνὸς τούτου, τῶν παρ’ ἐμοῦ πρὸς τὸν στρατηγὸν περὶ τοῦ πράγ-
μάτος λόγων.
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.