δὲ τὸν σαυτοῦ ζῶντα κακοῖς ἥδιστα μὲν ἂν καὶ πα- τάξας, ἐγκαλῶν δὲ τῷ ταῦτα οὐκ ἐῶντι νόμῳ. ἐγὼ δὲ πάντα μὲν δίκαιον παντὸς ἀδίκου μᾶλλον ἐπαινέσαιμ ἄν, οὐ μὴν τοὺς ἑτέροις γε ὡμιληκότας τῶν ἐμοὶ κὰτ αὐτό γε τοῦτο μᾶλλον ἀγαπῶν φανείην ἄν, οὐδὲ γὰρ
ἄλλος οὐδεὶς σωφρονῶν, οὐδὲ τὸν μὲν ἤθελον οἴκοι μένειν, σὲ δὲ ἰέναι κατ’ αὐτὸ τοῦτο τὸ τὸν μὲν εἶναι τοῦ δεῖνος μαθητήν, σὲ δὲ ἐμόν. ἀλλ’ ὅπως ἔσχε ταῦτα διηγησάμην.
νῦν δέ, τί θαυμαστόν; πολὺ γὰρ δὴ τοῦτο ἐν τοῖς 1 τῶν ἀνθρώπων πράγμασιν, ἤν τε Ἕλληνα εἴπῃς ἤν τε βάρβαρον, ὁ αὐτὸς ἑκάτερον, νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο, τῆς αὐτῆς πολλάκις ἡμέρας καὶ τοῦτο κἀκεῖνο. | ἴσμεν δὲ τὰς παρὰ τῶν Ἑλλήνων ὡς τὸν Πέρ- 2 σὴν πρεσβείας καὶ τὰς Ἀθηναίων πρὸς Φίλιππον συν-
θήκας ἐν αἷς ἦν καὶ συμμαχία. καὶ πρό γε τούτων ὁρῶμεν παρ’ Ὁμήρῳ τόν τε τῶν Τρώων ἄριστον καὶ τὸν τῶν Ἑλλήνων, ὄφρ’ Ἀχιλεὺς μήνιε, συμπεσόντε μὲν ἐπὶ φόνῳ, διαλυθέντε δὲ μετὰ δώρων ἃ τὴν φι- λίαν ἐμήνυε.
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.