ἀκούων ἐρῶν ἐφαίνου τῆς ὁδοῦ δῆλον ὅτι θαρρεῖν ὑπὲρ τοῦ σώματος ἔχων καὶ πιστεύων αὑτῷ τὴν δια- κονίαν οἴσειν, ὥστε σου τὰ περὶ τῆς νόσου μετὰ ταῦτα ῥήματα σχήματος εἶναι δοκεῖν, οὐκ ἀληθείας καὶ θρυ- πτομένου μᾶλλον ἢ βουλομένου μένειν, ἐπεὶ τοῦ χάριν
οὐ προσελθών μοι καὶ λαβόμενος τῆς δεξιᾶς ἔλεγες πρὸς οὖς, ὄτι ὦ φίλτατε, τῶν μὲν ἐπὶ τῆς ἑστιά- 1 σεως εἰρημένων μοι καὶ ὡμολογημένων πολλὴν ἄνοιαν κατέγνωκα· ἃ γὰρ οὐκ ἂν οἷός τε ἦν ὑπομεῖναι, ταῦτα ἐπηγγελλόμην μείζω τῆς νάμεως φθεγγόμενος. δέομαι δή σου πάντα
τρόπον τὸ λυθῆναί μοι τὰ τῆς προπετείας ἀμῦναι. τοιαῦτα ἔδει λέγειν, τοιαῦτα αἰτεῖν, ἐπὶ αῦτα βοηθὸν καλεῖν.
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.