χώραν μὲν ἔχουσιν ἣν ἴστε καὶ προσηγορίᾳ τῇ νῦν 1 2 3 κρατούσῃ στέργουσιν, ἦσαν δ’ ἄν, εἴπερ ἐβούλοντο, τοῦ παντὸς ἡγεμόνες, ὡς ἥ γε δύναμις πάρεστιν.
τὰ λδιπὰ διεβίω μήτε ἐγκαλῶν μήτε ἐγκαλούμενος; ὁ δὲ τοῖς γνωριμωτάτοις συνοικήσας οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐξελάλησε τῶν ἔνδον οὔτε ἠδίκησε πρε- σβυτἐραν φιλίαν θεραπεύων δευτέραν. ὁ δὲ δὴ τρίτος ἀνδρεῖος μέν, οὐδαμοῦ δὲ ἄδικος, τηρῶν τὴν τάξιν
ἀκριβῶς καὶ τῶν πεπιστευκότων προκινδυνεύων. περὶ δὲ δὴ τοῦ νεωτάτου τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι πρὶν ἐκ παίδων ἐξελθεῖν, παίδων ἄρχων οὐδὲ συκοφάντῃ παρέσχεν αἰτίαν;
τρόπον οὐκ ἐπιμελήσεσθε οὐδ’ ἃ λαβεῖν αὐτῷ μοι βουλομένῳ τῶν πάντων οὐδεὶς ἂν ἀντεῖπε, ταῦτα τοις | ἐμοῦ βουλομένου δώσετε; φέρε γάρ, εἰ 4 διεξελθὼν ἐγὼ πάντα ὧν ὄντων μοι παρ’ ἑτέροις δεῦρ’ ἧκον καὶ ταῦτα ὁρῶν οὐκ ἀκίνδυνον τὴν ὁδόν, ἀντὶ
τοίνυν τούτων, ἔφην, δότε μοι τῶν τῆς πόλεως κτημάτων, ᾗ νόμιμόν ἐστιν, οὕτω τις ἀγνώμων καὶ θρασὺς καὶ βδελυρός, ὅστις ἀναστὰς καὶ δείξας αὑτὸν ἐκώλυεν ἄν; οὐκ οἴομαι. ἐμὲ τοίνυν οἴεσθε 5 6 τήμερον τὸν ληψόμενον εἶναι κἂν δῶτε τούτοις, ἐμοὶ λέγετε δεδωκέναι. αὐτὸς πρὸς ἅπαντας ὁμολογήσω τετιμῆσθαι. τοῦτο τὸ ψήφισμα σεμνοτέρους ὑμᾶς ποιήσει καὶ παρὰ πᾶσιν ὀνομαστούς, κἂν λυπῆταί τις
τοῖς νῦν λόγοις, ἡσθήσεται τοῖς ἔργοις ὕστερον.
γένους, κινείτω δὲ Λητόϊον ἡ τῆς προσηγορίας αἰτία. σὺ δὲ ἐν μουσείοις ἔτι τρεφόμενος κἂν ἄκλητος ἀμύ- νοις, Ἀρσένιε. καὶ τῷ θήσοντι δὲ τὰ Ὀλύμπια δεῖ μέλειν, ὅπως εἰς τότε τοὺς ἐροῦντας εὕρῃ. καὶ τί δεῖ 7 καθ’ | ἕκαστον ὀνομάζειν; ὁπόσοι γὰρ πληροῦτε
τὴν βουλήν, πάντες ἔχετε τοῦ βοηθεῖν λόγοις ἀνάγκην αὐτὸ τὸ κεκτῆσθαι λόγους.
λογίοις χαριεῖσθε θεοῖς, ἕλεσθε.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.