1 2 γὰρ ἴδοιμι παιδευτὰς ἐνθένδε πρὸς ἑτέραν ἀνιστα- μένονς πόλιν οὐ σεισμὸν φεύγοντας οὐδ ἄλλο τι τῶν δαιμονίων κακῶν, ἀλλ’ ἀπορίαν τροφῆς καὶ τὸ τὴν πρόνοιαν ἣν εἴχετε περὶ τοὺς λόγους ἐκλελύσθαι. οὔ-
τοι φορητὸν οὐδὲ συγγνώμην ἔχον Καισαρέων Ἀντι- οχέας ἧττον εἶναι φιλολόγους δόξαι. ἐκεῖνοι σοφιστὴν ὑμέτερον ἐπαγγελιῶν μεγέθει τὴν ἐλάττω πόλιν τῆς μείζονος ἔπεισαν ἀνθελέσθαι, καὶ νῦν ἔχει τὰς ὑπο- σχέσεις.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.