ἀκούειν καὶ τηρεῖν, τί μὲν ἐγὼ λέγω, πῶς δὲ 1 ὑμεῖς ἕξετε; δότε δὴ τούτοις τὴν ἀμείνω περὶ ὑμῶν οἴκαδε φήμην φέρειν, ὅτι ἡ πόλις ἡ Ἀντιόχου τῆς λαχούσης αὐτὴν Μούσης ἄξια καὶ φρονεῖ καὶ ψηφίζεται καὶ πᾶν ὑπὲρ λόγων ἀνάλωμα κοῦφον ἡγεῖται καὶ οὔτε ψιλῆς οὔτε πεφυτευμένης χώρας οὔτ’ ἄλλου τῶν
πάντων οὐδενὸς φείδεται, δι’ ὅτου φυλάξειν οἴεται παρ’ αὑτῇ τὸ χρῆμα τῆς παιδείας.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.