ὅλως ἐπὶ τὸ γράφειν εἰς τάχος τοὺς αὑτῶν υἱεῖς ψαν ἀμελήσαντες τοῦ τῆς διανοίας κάλλους, οἱ δ’ φοῖν ὁμοίως ἐφρόντισαν, του μὲν ὡς ὄντος καλοῦ, τοῦ δὲ ὡς εὐδοκιμοῦντος, τίς ἔτ’ ἂν ἀπόδειξιν μείζω ζη- τοίη τῆς κατὰ τῶν λόγων ὕβρεως; ἔστιν οὖν, εἰπέ μοι,
τὸ μὲν πρᾶγμα τῶν ἀνωφελῶν νομίζεσθαι, τοὺς δὲ του πράγματος διδασκάλους πολλοὺς ἔχειν τοὺς θαυ- μασομένους; καὶ τίς εἶδεν ἱερῶν κατασκαπτομένων ἱερέας ἐντίμους; τίς ναυπηγὸν ἐν μεσογείᾳ πλουτοῦντα;
πτωχεύειν ὁ καιρὸς οὐκ ὀλίγους ἀναγκάσας λαβεῖν μὲν τῶν λόγων οὐκ ἐκώλυσεν, εἰς δὲ μισθοῦ δόσιν ἀδυνάτους ἐποίησε. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τοὺς μὲν ἐξ ἐνδόξων γενομένους τὰ αὑτῶν πεπρακότας, τοὺς δὲ ἐξ ἀνωνύμων τὰ ’κείνων ἐωνημένους.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.