βασιλεύων ἄλλα τε οὐ καλὰ πείθεται καὶ μηκέτ’ εἶναι 2 3 4 5 θυσίας. ταύτας ὁ ’κείνου μὲν ἀνεψιός, ἀρετὴν δὲ ἅπασαν κτησάμενος ἐπανάγει καὶ τεθνεῶτος ἐν Πέρ- σαις, ὅ τι δεδρακὼς ἢ μέλλων, ἀφίημι νῦν, μένει μέν τινα τὸ θύειν ἱερεῖα χρόνον, νεωτέρων δέ τινων συμβάντων ἐκωλύθη παρὰ τοῖν ἀδελφοῖν, ἀλλ’ οὐ τὸ
λιβανωτόν. ἀλλὰ τοῦτό γε καὶ ὁ σὸς ἐβεβαίωσε νόμος, ὥστε μὴ μᾶλλον ἀλγεῖν ἡμᾶς | οἷς ἀφῃρέθημεν ἢ 6 χάριν εἰδέναι τῶν συγεκχωρημένων.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.