καὶ θυόντων ἱερεῖα καὶ οὕτως ἐγγύς, ὡς ἐπὶ τὰς ἐκεί- νων ῥῖνας τὸν καπνὸν εἰστρέχειν, καὶ ὡς ἀπειλούντων καὶ μείζω μικροῖς ἐπαγόντων καὶ κομπούντων 2 καὶ πεπιστευκότων μηδὲν ἂν αὐτῶν ποτε φανῆναι δυνατώτερον, τοιούτοις πλάσμασι καὶ τέχναις καὶ ῥή-
μασι μεμηχανημένοις δεινοῖς ἐμβαλεῖν ὀργὴν τὸν πρᾳ- ότατον | βασιλέων ἐξήγαγόν πως αὑτοῦ, ἐπεὶ τά 3 4 5 γε ὄντως αὐτοῦ φιλανθρωπία, ἔλεος, οἶκτος, ἡμερότης, ἐπιείκεια, τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι. ἀλλ’ ὄντων 6 τῶν τὰ δικαιότερα | λεγόντων, ὅτι, εἴπερ τι οῦτον εἴη, δίκην μὲν δεῖ τοῦ τολμήματος λαβεῖν,
τούτῳ δὲ αὐτῷ προνοηθῆναι τοῦ μέλλοντος ὁ τὴν Κα- δμείαν νικῆσαι νίκην οἰόμενος δεῖν πανταχόθεν ἐνίκησεν.
τοῖς τὴν μὲν γεωργίαν ἀποδρᾶσιν, ὁμιλεῖν δὲ ἐν τοῖς ὄρεσι λέγουσι τῷ τῶν ὅλων ποιητῇ, ἀλλ’ ὡς τὰ σὰ καὶ] καλὰ καὶ ἐπαίνων ἄξια παρὰ πᾶσιν ἀνθρώποις δοκοῖ. νῦν δὲ μέχρι μὲν τοῦ λαβεῖν καὶ κενῶσαί σοι τοὺς θησαυροὺς πολλοὶ φίλοι καὶ ἐπιτήδειοι καὶ πρὸ τῶν
ψυχῶν αὐτοῖς ἡ σὴ βασιλεία, καιροῦ δὲ ἥκοντος καὶ βουλῆς παρούσης εὔνοιαν ἀπαιτούσης ταυτὶ μὲν ἠμέ- 7 λῆται, | τὰ δὲ ἴδιά σφισιν ἐσπούδασται.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.