τολμήσουσι παρελθόντες γνώμην εἰπεῖν πεπαῦσθαι | 1 μὲν τὰ γιγνόμενα τῷ Νείλῳ, μὴ μετέχειν δὲ αὐ- τοῦ τὴν γῆν μηδὲ σπείρεσθαι μηδὲ ἀμᾶσθαι μηδὲ δι- δόναι πυροὺς μηδ’ ὅσα δίδωσι μηδ’ ἀνάγεσθαι γῆν ἐπὶ πᾶσαν ἃ νῦν. εἰ δ’ οὐκ ἂν ἐπὶ τούτοις διάραιεν
τὸ στόμα, οἶς οὐ λέγουσι διελέγχουσιν ἃ λέγουσιν. οἱ γὰρ οὐκ ἂν εἰπόντες δεῖν τῶν τιμῶν ἀποστερεῖσθαι τὸν Νεῖλον ὁμολογοῦσι τοῖς ἀνθρώποις συμφέρειν τὰς τῶν ἱερῶν τιμάς.
ἐκ τοῦ γένους καὶ λελειμμένου μηδενός; καίτοι πολὺ βέλτιον ἦν αὐτῷ τῶν ἀπ’ ἐκείνου τινὰς ἄρχειν ἢ τὴν ἐπώνυμον αὐτῷ τοῖς οἰκοδομήμασιν αὔξεσθαι πόλιν, δι’ ἣν καὶ αὐτὴν πλὴν τῶν ἐκεῖ κακῶς τρυφώντων ἅπαντας ἀνθρώπους ἔχει καταρωμένους | τῇ σφῶν 5 αὐτῶν ἀπορίᾳ τὴν εὐπορίαν ἐκείνῃ παρέχοντας.
θους δεσμοῖς ἰσχυροτάτοις εἰσενηνεγμένους, — ὅταν οὖν ταῦτα λέγωσιν, ἐγὼ μεῖζόν τι προστίθημι, ὅτι 6 7 8 9 ἐκεῖνός γε καὶ δῶρα ναοὺς τοῖς ἀμφ’ αὑτὸν ἐδίδου 10 καθάπερ ἵππον ἢ ἀνδράποδον | ἢ κύνα ἢ φιάλην χρυσῆν, κακὰ δὲ ἀμφοῖν τὰ δῶρα τοῖς τε δοῦσι τοῖς τε λαβοῦσιν. ὁ μὲν γὰρ ἐν τῷ τρέμειν καὶ δεδιέναι
Πέρσας ἅπαντα τὸν βίον ἐβίω φοβούμενος ἔαρ ἕκαστον ἔξοδον ἔχον, ὥσπερ τὰ παιδία τὰς Μορμόνας, τῶν δὲ οἱ μὲν ἄπαιδες καὶ πρὸ διαθηκῶν ἀπῆλθον οἱ δυσ- τυχεῖς, τοῖς δ’ ἦν ἄμεινον μὴ παιδοποιήσασθαι.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.