λον δὲ τὸν Ἀσκληπιὸν ἔτεμνον ἀποκοσμοῦντες τὴν πόλιν τοῖς περὶ τὸ ἄγαλμα, οὕτω χρὴ νομίζειν αὐτοῖς καὶ τὰ περὶ τοὺς ἀγροὺς ἐσχηκέναι. τέθυκε μὲν ἱερεῖον οὐδείς, ἐν οἷς δὲ καμόντες αὑτοὺς ἀνέπαυον ἱεροῖς, ταῦτα ἀνῄρηται μείζω τε ὁμοίως καὶ ἐλάττω. καὶ νε-
ναυαγηκόσιν οἱ ταῦτα παθόντες ἐοίκασιν ἀνθρώποις ἐκπεσοῦσι τῶν νεῶν ἐφ’ ὧν ἔπλεον.
δὲ πεισθέντες μὲν οἱ μὴ τεθυκότες, ἐναντία δὲ πεποι- ηκότες οἱ διαφθείραντες ἃ μένειν τοῖς ἔχουσιν ἐδέ- δοκτό σοι, οἱ δίκην εἰληφότες ἐν αὐτῷ τῷ λαβεῖν ὀφείλουσιν· ἣν γὰρ οὐ προσῆκεν ἔλαβον ζῆν μὲν ἐάσαντες οἷς ἐνεκάλουν, ἃ δ’ οὐκ ἦν αἰτιάσασθαι τῶν
γε ἀψύχων ὄντα κατεσκαφότες.
οὕτω καὶ τοὺς φονέας οἱ τῶν ἀπεσφαγμένων οἰκεῖοι τιμωροῦνται λόγοις μὲν τοῖς παρ’ ἑαυτῶν, ψήφῳ δὲ τῇ τῶν δικαζόντων. οὐδεὶς δὲ ἁρπάσας ἐπὶ τὸν ἀνδροφό- νον ξίφος προστίθησιν αὐτὸ τῷ ’κείνου <τραχήλῳ> σάμενος ἀντὶ τοῦ δικαστηρίου τῇ χειρί, οὐδὲ γὰρ ἐπὶ
τυμβωρύχον οὐδὲ προδότην οὐδὲ τῶν τὰ ἄλλα ἀδι- κούντων οὐδένα οὔτε πρότερον οὔθ’ ὕστερον, ἀλλ’ ἀντὶ τῶν ξιφῶν εἰσαγγελίαι καὶ γραφαὶ καὶ δίκαι.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.