XXX (XXVIII R).
ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΥΠΕΡ
ΤΩΝ ΙΕΡΩΝ.
παραινεῖν κεκρατηκὼς | ἥκω ταὐτὸ καὶ νῦν ποιή- 2 σῶν ἀπὸ τῆς αὐτῆς ἐλπίδος. σὺ δὲ μάλιστα μὲν καὶ νῦν πεισθείης· εἰ δὲ μή, μήτοι νομίσῃς τοῖς σοῖς ἐχ- θρὸν εἶναι πράγμασι τὸν εἰρηκότα λογιζόμενος μὲν ἄνευ τῶν ἄλλων τὸ μέγεθος τῆς τιμῆς ἦς με τετίμη-
3 4 5 6 7 8 9 10 11 12 κἀς, ἐνθυμούμενος δέ, ὡς οὐκ εἰκὸς μὴ σφόδρα τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ πεποιηκότα. τοῦτ’ αὐτὸ γάρ ἐστι καὶ δι’ ὃ συμβουλεύειν οἶμαι δεῖν περὶ ὧν ἂν ἡγῶμαι χρηστόν τι λέξειν. ἄλλως μὲν γὰρ οὐκ ἂν τῷ
βασιλεῖ δυναίμην ἀποδοῦναι χάριτας, λόγοις δ’ ἂν ἴσως μόνοις καὶ τοῖς ἀπὸ τῶν λόγων.
τοῦτο τὸ δέος ἔχοντες. ὀργίλου μὲν γὰρ οἶμαι καὶ χαλεποῦ τὸ εἰ τι λέγοιτο τῶν οὐκ ἀρεσκόντων αὐτῷ, χωρεῖν εὐθέως ἐπὶ τὴν τῶν εἰρημένων δίκην, ἠπίου δὲ καὶ φιλανθρώπου καὶ πρᾴου, ταῦτα δὴ τὰ σά, τὸ
μὴ δέχεσθαι μόνον τὴν οὐκ ἐπαινουμένην ὑφ’ ἑαυτοῦ συμβουλήν. οὗ γὰρ τοῦ πεισθῆναί τε καὶ μὴ κύριος ὁ τῶν λόγων ἀκροώμενος, οὔτε φεύγειν τὴν ἀκρό- ασιν ἄξιον οὐκ οὔσης βλάβης ἐντεῦθεν οὐδεμιᾶς οὔτ’ εἰ μὴ κατὰ νοῦν εἴη τὰ λεγόμενα, χαλεπαίνειν
τε καὶ τιμωρίαν ζητεῖν, εἴ τις ἃ βέλτιστα ἔχειν ὑπελάμβανε, ταῦτα ἐθάρρησεν εἰπεῖν.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.