καί που καὶ ἔπληττον καὶ ἦν πολλοῦ τότε τὸ ἰσχύειν ἄξιον. ὁ δὲ ἀσθενέστερος ἄρτον μὲν οὐκ ἔφερεν οἴ- καδε, τραύματα δὲ καὶ κατερρωγυῖαν ἐσθῆτα. τοῦτο τῶν πολιτευομένων ἐκένωσε τὴν πόλιν καὶ ἦσαν ἐν ἀγροῖς τὸ μὴ συγκατακαυθῆναι ταῖς αὑτῶν οἰκίαις ἐν
κέρδει ποιούμενοι· ταῦτα γὰρ ἠλπίζετο.
τὰ δὲ παραινέσας, τὰ δὲ φοβήσας, ἔστ·ι δὲ ὅπου καὶ δεηθεὶς μόλις ἀπέστησα τῆς πολλῆς φιλονεικίας ἣν εἶχεν ὑπὲρ τῶν ἀδυνάτων.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.