νειαν; τὴν ἐμὴν λύπην ὁ καιρὸς ἀπῄτει, τὴν ἐμὴν φωνήν, τὴν ἐμὴν ἀγανάκτησιν· ὥστ’ εἰ καὶ παρὰ τῆς γυναικὸς ὁ ἀνὴρ ἠμέλητο, τῆς γε παρ’ ἐμοῦ προνοίας δίκαιος ἦν τυγχάνειν, ἄλλως θ’ ὅτ’ εἰ μὴ τοῦτο ἐποί- ουν, καὶ ἐμαυτὸν ἂν ἠδίκουν ἐν οἷς ἐκεῖνον. πῶς γὰρ
ἂν ἦλθον εἰς ἱερόν; πῶς δ’ ἂν ηὐξάμην; τίσι δ’ ὀφθαλμοῖς ἔβλεψα πρὸς τὰ ἀγάλματα τοσοῦτον ἐμαυτῷ συνειδὼς κακόν; πῶς δ’ ἂν οὐκ ἐν ἐνὶ τούτω πᾶς ὁ παρεληλυθὼς ἐβλάπτετό μοι βίος; κακὸς οὖν ἦν ἐν οἷς ἐφοβούμην μὴ κακὸς ἐλεγχθείην καὶ ἐνειχόμην
τούτοις ἃ μάλιστα ἔφευγον. καὶ τίνα τοῦτο ἔχει φύσιν;
κακῶν. εἰ γὰρ μὴ ἐγὼ τότε χαλεπῶς ἔσχον τῷ πε- πραγμένῳ καὶ ταῦτα ἐφ’ οἷς οὗτοί με κακῶς λέγουσιν ἐπεποιήκειν καὶ τοῦτο ἔγνωσαν ἅπαντες, Κάνδιδός τε διὰ πάντων <ἂν> ᾔει ὥσπερ χειμάρρους τῶν ἀρτοπόπων 5 νῦν μὲν μιμούμενος ἃ ἐδεδράκει, νῦν δὲ καὶ ὑπερ- βαλλόμενος, ἐκείνους τ’ ἂν αὖθις εἶχε τὰ ὄρη τήν τε πόλιν ὁ λιμός.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.