ΥΠΕΡ ΕΑΥΤΟΥ ΔΙΑ ΤΗΝ ΠΡΟΣ
ΑΝΤΙΟΧΟΝ ΣΥΝΗΓΟΡΙΑΝ.
συγχαίροντες ἐπαινοῦσι τὴν γεγενημένην ὑπ’ ἐμοῦ τῷ σιτοποιῷ βοήθειαν καὶ τό τε δίκαιον ἔχειν αὐτὴν καὶ τὸ κοινῇ συμφέρον ὁμολογοῦσιν, οἱ δ’ αὑτῶν μενοι ζημίαν, εἴ τι δόξαιμι πεποιηκέναι χρηστόν, πο- νηρόν τε εἶναι τὸ πεπραγμένον φασὶ καὶ πονηροῦ
τρόπου σημεῖον. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ τῶν των | ἀνθρώπων καταφρονεῖν οὐδένα ἂν ἐποιη- 2 3 4 5 6 7 8 9 10 11 12 13 14 σάμην λόγον, κελευόντων δὲ τῶν φίλων καὶ νῦν τι λέγειν οὐκ ἐνῆν μοι σιωπᾶν.
γὰρ θορύβοις οὐκ ἐννόμοις τὰ θεάματα μὲν τῆς σκη- νῆς ἐξελάσαντος, φόβον δὲ παρέχοντος ὑπὲρ μειζόνων λέγοντος περὶ τὸν ἄρτον ἀδικεῖσθαι τὴν πόλιν ὁ μὲν ἄρχων ἀντὶ τοῦ ταῦτα ἀπειλαῖς ἐπισχεῖν πάνθ’ ἃ βού- λοιντο ποιήσειν εἰπὼν ἀνέστη, τῆς ὑστεραίας δὲ τὸ
παρὰ τῶν πολλῶν θράσος εἰς τοῦτο προήγαγε τὰ πράγματα, ὥσθ’ ὁ μὲν ἐνομοθέτει τὰ τοῖς πολλοῖς μὲν ἥδιστα, τὸ δυνατὸν δὲ οὐκ ἔχοντα, δρόμος δὲ ἀνδρῶν καὶ γυναικῶν ἐπὶ τοὺς φαινομένους τῶν ἄρτων οὐκ ὀλίγος. οἱ πολλοὶ δὲ προσῄεσαν <μὲν>
κόσιν ἐπ’ ὠνῇ διδόντες ἀργύριον, ἀκούοντες δὲ οὐκ εἶναι καὶ ἅμα καθορῶντες ἀπῄεσαν ποιοῦντες καὶ γοντες ἃ εἰκὸς τοὺς ἀπολεῖσθαι νομίζοντας.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.