τιμᾶν φάσκων ἄνθρωπον φιλοσοφοῦντα βουλευτὴν ἀπώλεσεν, ἐπειδὴ πένης ὢν ὁ βουλευτὴς οὗτος πλου- τοῦντα τὸν φιλόσοφον εἰσφορὰς εἰσέπραττε.
μετάφρενα χειρῶν ἀνηλωκότων ἀκμήν; οὓς οὐδεὶς ἔσθ᾿ ὅστις οὐ τῶν πρὸ τοῦδε ἀρξάντων εἰσελθόντας ᾐδέσθη. τὰ δὲ δὴ νῦν ταῦτα πηγάς, ὦ βασιλεῦ, δακρύων ἐκί- νησε τοῖς τε περὶ τὰς θύρας τοῖς τε ὅπου δὴ τῆς πόλεως ἀνδράσι, γυναιξί, παισίν, ἐλευθέροις, δού-
λοις, αὐτοῖς τοῖς παίουσι· τοσοῦτον ἦν τὸ κακὸν καὶ ἐπὶ τοσοῦτον τῆς ἡμέρας προβάν, ὥσθ’ οἱ τὸν νέον ἀπὸ τοῦ στήθους ἀνέχοντες τῷ μετώπῳ τὰς χεῖρας προσάγοντες ἐσκόπουν, εἰ μὴ τέθνηκεν-
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.