παντί που | δῆλον. νόμος γὰρ οὐδεὶς παρεβαί- 1 νετο οὐδ’ εἰ ἑκοῦσιν ἐσεσίγητο τὸ γύναιον, οὐδὲν ἡμαρτάνετο, οὐδ’ εἰς τὸν ἀπεσταλμένον ὑπ’ αὐτῆς τὰ ’κείνης διέβαινεν, ἀλλ’ ἕτερον μὲν ὁ Κυριακός, ἕτερον δὲ ἡ Ἀντιπάτρα· ὥστ’ εἰ καὶ λίαν ἐκείνῃ μετῆν τινος
σχήματος, ἰδιώτης ἦν οὗτος, ὃ δὴ καὶ ἐλέγετο, καὶ οὐκ ἰδιώτης μόνον, ἀλλ’ ἤδη καὶ δοῦλος καὶ προσέτι γε λῃστὴς πλεῖστα δὴ ξίφεσι περὶ ταῦτα χρησάμενος. τὶ οὖν αὐτὸν εἰς τὰ τῆς Ἀντιπάτρας εἰσάγεις; ἰδιώτης εἴρητο, τοῦτο γὰρ ἦν. ὁ δὲ καὶ δοῦλος ἦν. τοῦτο
οὐκ εἴρητο. ὥστ’ ἐν μὲν τοῖς οὐκ εἰρημένοις ἐκἐρ- δαινεν, ἐν τοῖς εἰρημένοις δὲ οὐκ ἠδικεῖτο.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.