1 cf. Diogen. III 54 cum nota Leutschii 7 τὸν στενωπὸν] ἔνθα 2 ἀγαθὸς ἐκεῖνος, εὐθὺς ἐπίστευσας ὑπερβὰς βάσανον δεινὴν ἀνδρὸς ἐπιδεῖξαι φύσιν. τίνα ταύτην; τὴν περὶ τὰ αὑτοῦ πρόνοιαν. καὶ οὐκ ἠρώτησας παρ’ ὧν ἂν τἀληθὲς ἔμαθες· ὁ δὲ ἄνθρωπος οὗτος, εἰ καὶ μὴ
προσέθηκε τοῖς πατρῴοις χρήμασιν, αὐτά γε ἐκεῖνα διέσωσεν; ἤκουσας ἂν πάντα πεπραμένα, πάντα ἀνηλωμένα, πάντα δι’ αἰδοίων τε καὶ γαστρὸς οἰχόμενα. μὴ γὰρ δὴ τῶν ὡς κατελειτούργησε τὴν οὐσίαν λεγόντων ἀνέχου. οὗτος γάρ ἐστιν ὁ καὶ τῇ
τοῦ βασιλέως φιλανθρωπίᾳ κακῶς χρησάμενος ἐπὶ τῆς αὐτῆς ἡμέρας κομισάμενός τε καὶ ἀποδόμενος τοὺς ἀγροὺς καὶ μικροῦ τὴν τιμὴν ἅπασαν αὐτοῦ καταφαγών. 3 ἢ καὶ τότε ἐλειτούργει τῇ πόλει; καὶ τὴν | Λαΐδα ἀντὶ τοῦ Δῖός λογιεῖσθε;
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.