φροντίδος, ὑφορῶ καὶ νόμιζε κακῶς τῇ γνώμῃ καὶ οὐκ ἀδόλως διακονεῖν χάριν τινὰ ταύτην τῷ πεπαυμένῳ φέροντας. σοὶ μὲν γὰρ οὐκ ἔχουσιν ἐγκαλεῖν οὐδ’ εἰπεῖν, ἀνθ’ ὅτου μισοῦσιν, ἐκείνῳ δὲ ἴσασιν ὀφείλοντες ἀμοιβὰς ὧν παρὰ τῶν ὑπ’ αὐτοῦ κακῶς πασχόντων
ἐκέρδαινον. βούλονται οὖν εἶναι περὶ ταύτας δίκαιοι καὶ τὸν ἄνθρωπον ἀντευποιεῖν ἐκ τῆς περὶ τὰ παρόντα βλάβης. δεῖ δή σε πάνυ δοκιμάζειν τῶν λεγομένων ἕκαστον καὶ ὥσπερ ἐν πολέμῳ λίαν ἐγρηγορέναι.
μέσῳ τῶν κιόνων σκηνῶν, τί γὰρ ἂν ἄλλο τις εἴποι ταῦτα; συλλεγομένων χρημάτων. τουτὶ γὰρ ἥκιστα χρῆν γεγονέναι τὸ ἔργον, ἐφ’ ᾧ κακῶς μετὰ δακρύων ἀκούομεν ὑπὸ τῶν οὐκ ἐπὶ τούτοις αὐτὰς τὴν ἀρ-
χὴν πεποιηκότων, ἀλλ’ ὅπως ἐντεῦθεν εἴη τι τοῖς † ἀνηλωκόσι. τούτου τοίνυν αὐτοῖς ἀπολλυμένου τὶ οἴει μισθώσασθαι σοφιστήν, ὅστις αὐτοῖς τὸν τούτων 1 2 3 4 αἴτιον ἐπαινέσεται;
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.