ἀλλὰ μηδ’ ἀναπετάσειας δείλης πολλοῖς ποσὶ τὰς θύ- ρας ἐχθροῖς τῆς Δίκης· ὡς οὐδὲν οὕτω τῇ θεῷ ταύτῃ πολέμιον. ἐκ γὰρ ὧν οὐκ ἐῶσιν ἰσχύειν τοὺς νόμους, ἐκ τούτων κερδαίνουσιν. οὕτω δὲ μέγα τοῦτο ἄρχουσι 1 2 κακόν, ὥστε κἂν μηδὲν ἐντεῦθεν βλάπτηται τὸ δίκαιον, ἀλλὰ δοκεῖ γε. σωφρονοῦντος δ’ ἂν εἴη καὶ τοῦτο δεδιέναι. τὰς μὲν εἰσόδους ταύτας μηδέποτε ἴδοιμεν μηδ’ αὖ τὰς ἐπὶ τοὺς δυνατοὺς τῶν ἀσθενεστέρων καταφυγάς, αἱ τοὺς μὲν ἐγύμνωσαν, τοῖς δὲ χρήματα
ἤνεγκαν.
ταῦτα ἡ ἐπὶ τὸ θέατρον ὁδός σου τῆς αὐτῆς ἡμέρας δευτέρα, πρᾶγμα οὐκ εἰωθός σοι. καὶ ἧκες μὲν εὖ ποιῶν ἄσιτος καὶ ἄποτος, ὡς μηδέτερον ἐν τῷ προσ- ώπῳ δείξαις τοῖς κεκληκόσι, τοὺς δὲ τὸ τούτων γέμειν συρίττειν ἀνέπειθεν.
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.