ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξ- άνδρου πρὸς τὸν οἰκισμὸν ὁρμὴ τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς
μαντείας οἰκιστὴς ἐγίγνετο.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.