τοῦ μὲν ἀναγκάζοντος | μένειν, τοῦ δὲ ἐπείγοντος 1 τρέχειν καὶ] τὴν ψυχὴν ἀνθελκόμενος εἰς οἰκισμόν τε καὶ πόλεμον οὐκ ἐποιήσατο κώλυμα θατέρῳ θάτερον οὐδὲ ἠνέσχετο οὔτε τὴν ὅλην σπουδὴν ἀνελεῖν διὰ τὴν πόλιν οὔτε ἐκείνην πληρῶν ἣν εἰς τὸ πολίζειν ἔσχεν
ἐπιθυμίαν σβέσαι, ἀλλ’ ἀμφοτέρων ἐχόμενος τῇ μὲν ἐδίδου τὰς ἀρχάς, ἐπὶ δὲ τὴν Φοινίκην ἦγε τὴν δύναμιν.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.