ἀπὸ τῆς γῆς ποιούμενοι καὶ τελοῦντες τὰ εἰκότα τοῖς θεοῖς μετ’ εὐδαιμονίας ἁπάσης ᾤκουν ἐν μέσῃ τῇ βαρ- βάρῳ πόλιν Ἑλλάδα παρεχόμενοι καὶ τηρήσαντες τὸ ἦθος καθαρὸν ἐν τοσαύτῃ νόσῳ τῇ κύκλῳ κατὰ τὸν 1 2 ἐπ’ Ἀλφειῷ νενικηκότα μῦθον, ὅς ἐκ Πελοποννήσου πρὸς Σικελίαν ἄγει | τὸν ποταμὸν διὰ θαλάσσης R 295 μέσης ἀμιγῆ πρὸς τὴν θάλατταν.
ἡ ταύτης αὔξησις τὸν ἀμείνω χρόνον· τέως δὲ ἐν βρα- χυτέρῳ διῆγε πλάσματι μένουσα ἐλάττων, ἡνίκα οὐ βέλτιον εἶναι μείζω.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.