ὁ βουλόμενος τὴν ἀγριότητα Καμβύσου καὶ ὡς οὐκ ἦν ἑαυτοῦ. μᾶλλον γὰρ τὸ μετὰ θεῶν τε καὶ ὑπὸ θεοῖς ζῆν τοὺς προγόνους φανεῖται. τὸ γὰρ τὸν Ὀργῇ χρώ- μενον εἰς ἅπαντα καὶ τὴν ὠμότητα ποιούμενον ἡδονὴν κρείττω γενέσθαι τῆς φύσεως πρὸς τὴν ἐκείνων θέαν
καὶ μὴ παροξυνθῆναι πρὸς ἄνδρας Ἕλληνας τὴν λέως νεμομένους πῶς οὐ θεοῦ τινος ἦν ἄντικρυς ἐπὶ 1 2 τὴν σκηνὴν αὐτοὺς παραπέμποντος καὶ παρασκευά- ζοντός γε ἀμφότερα, τοὺς μέν, ὅπως θαρρήσαιεν, τὸν δ’ ὅπως | μὴ τραχυνθείη, καὶ τῶν μὲν ἐξαιροῦντος 3 τὸν φόβον, τοῦ δὲ κοιμίζοντος τὸν θυμόν;
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.