τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπ’ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν
εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.