τίοσι, ταῖς δὲ οὐ τοιαύταις χρώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἐξ εἰρήνης εἰς πόλεμον μεταπίπτουσιν, ἐπειδὰν ἡ μὲν ἀμείνων τὰ αὑτῆς ἐκπλήσασα οἴχηται, προσβάλλῃ δὲ ἡ χαλεπωτέρα, καὶ πρὶν ἡσθῆναι καθαρῶς, ἀλγοῦσι τὴν μὲν ἀπιοῦσαν οὐ δυνάμενοι κατασχεῖν, τὴν δ’
ἐπιοῦσαν φρίττοντες. ὧν ἡ μὲν ἱδρῶτι ῥεῖσθαι ναγκάζει καὶ καλινδεῖσθαι περὶ τὰς κρήνας, ἡ δὲ τοῖς κάμνουσι παραπλησίως ἐν ταῖς εὐναῖς διάγειν νιφετῷ καθειργμένους.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.