τέχνην ἔχειν, ὑπὲρ δὲ τῶν δεδωκότων μὴ χρῆσθαι τὸν λαβόντα τῇ τέχνῃ, ἀλλ’ ἐν μὲν ταῖς ἐπ’ ἀγορᾶς συνου- σίαις, ὅσῳ τὰς ἄλλας νικᾷ, δεικνύειν, ταύτας δὲ τὰς ἀποδείξεις μὴ τολμῆσαι ποιῆσαι βιβλίον.
μέμφεσθαι τὴν σιγὴν ὅμως ἔνι τις ἀπολογία τῇ σιωπῇ. οὐ γὰρ τὸ μὴ λέγειν ἐγνωκότος ἦν διὰ τέλους μὴ λέγειν, ἀλλ’ ἐκράτει μὲν εἰπεῖν, ἐν δὲ τῷ διαμέλλειν ἦν τις ἐλπὶς μείζω τὴν δύναμιν ἔσεσθαι τοῦ χρόνου προστιθέντος τῇ τέχνῃ.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.