τῆς χώρας, ἀλλὰ τὰ μὲν ἀμείβεται τοὺς πόνους πρεπῶς, τὰ δ’ ἄνευ πόνων δωροφορεῖ.
πάντας δὲ ὁμοίως χρησίμους, | τοὺς μὲν ἐκ τῶν ὀρῶν 1 ὁρμωμένους, τοὺς δὲ ἐκ τῶν πεδίων ἀνίσχοντας, τοὺς μὲν εἰς ἀλλήλους ἐμβάλλοντας, τοὺς δὲ εἰς λίμνην ἰόντας, τοὺς δὲ εἰς θάλατταν στείχοντας;
ταὐτὰ ποιοῦν ἐκτείνεται πρὸς τὸν χειμῶνα τὴν αὑτοῦ τε κἀκείνου μέσην ὥραν ἐκβάλλον, ἀλλ’ ἑκάστη τε ἐν ὅροις μένει καὶ τοῦ ἔτους ἴσον ἀποτέμνεται μέτρον καὶ τῆς δευτέρας προσιούσης ἐξίσταται. καὶ τὸ μέγιστον, αἰ γὰρ ἐκ τῶν ὑπερβολῶν ἀνιαραὶ τοῖς σώμασιν, ἡ μὲν
τοῦ ψύχους, ἡ δὲ τοῦ θάλπους τὸ ὑπερβάλλον δεῦρο κολάζουσαι ταῖς ἡμερωτέραις ἐοικέναι βούλονται.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.