τὴν ἀπὸ τῆς θαλάττης φοράν, εἰς δὲ τοὺς ἑτέρους τὴν ἀπὸ τῆς λίμνης, κοινὸν δὲ ἁμφοῖν ἔδωκε τὸν ποταμόν, ὃς τοῖς μὲν εὐπόροις βόσκει τὸ γένος, ὅ παρὰ τῆς θαλάττης εἰς αὐτὸν ἀναπλεῖ, τὰ δ’ ἄλλα τοῖς ἄλλοις ἅπαντα πολλά.
νειμάμενοι γὰρ τὴν χώραν, καὶ ὁ μὲν διὰ τούτων ῥέων ἃ τὴν λίμνην οὐκ ἔχει σύμμαχον, ἡ δὲ ἐν τούτοις πεπταμένη τοῖς τόποις οἷς ὁ ποταμός οὐ βοηθεῖ, ναυ- τικοῖς λιμναίοις τε καὶ ποταμίοις κενοῦσι τοὺς ἀγροὺς εἰς τὴν πόλιν.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.