τοῖς μέσοις τῶν κιόνων ἐργάζεται οὐδείς, παρ’ ἡμῖν δὲ καὶ ταῦτα πωλητήρια, ὥστε ἑκάστου μικροῦ τῶν οἰκημάτων ἀντιπρόσωπον ἐργαστήριον, ἀντίπυργοι ξύ- λινοι καὶ ῥῶπες εἰς σκέπην, καὶ τόπος οὐδεὶς ψιλὸς χειροτεχνήματος, ἀλλὰ κἂν μικροῦ τις λάβηται κρασπέ-
δοῦ, παραχρῆμα τοῦτο ἀκεστήριον ἤ τι παραπλήσιον, καὶ ἔχονται δὴ τῶν τόπων οἷον καλωδίων, ὥσπερ Ὀδυσσεὺς τοῦ ἐρινεοῦ.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.