καὶ ἅμα παραφέρουσι τὴν Ἀλεξάνδρου πηγήν, οἱ δ’ αὖ πρὸς δυσμὰς τό τε πολύδενδρον καὶ καθαριότητα πλείω καὶ τὸ ἥδιστον γειτόνημα, τὴν Δάφνην, οἱ δ’ ἐπὶ τῆς ὑπωρείας αὔρας βελτίους καὶ ἀπραγμοσύνην καὶ τὸ τὴν πόλιν ἅπασαν ἔχειν ὁρᾶν, οἱ δὲ ἐν τῇ νέᾳ τὸ
τεῖχος, τὴν νῆσον, τὰ βασίλεια, τὴν τῆς ὅλης εὐθημο- σύνην, οἱ δὲ έν μέσῳ τούτων | τὸ τούτων εἶναι μέσοι. 1 2 3 τίς ἂν ταῦτα ἀκούων ἔχοι ψηφίσασθαι πάντων οὕτως ἐφεξῆς ἰσορροπούντων;
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.