μὴν ἐν τῇ μητρὶ μόνῃ τὸ ὕδωρ ἔμεινεν, οὐδὲ Δάφνη μὲν ἐγέννησε, Δάφνη δὲ ἀπέλαυσε στήσασα περὶ αὑτὴν τὸ δῶρον, ἀλλ’ ἡ μὲν ἔφηνε, μετέσχε δὲ μετὰ τῆς φηνάσης ἡ πόλις οἴκοθεν οἴκαδε τῶν ναμάτων δρα- μόντων, καὶ οὐκ ἐκ τῆς ὑπερορίας, ὃ πολλοῦ μὲν πόνου,
πολλοῦ δὲ κινδύνου τῆς ἐπικουρίας ἐκ τῆς ἄλλων φιλανθρωπίας αἰωρουμένης, μηχανησάμενοι δὲ ὁδὸν 1 2 τῷ ῥεύματι κατηρεφῆ διὰ τῆς ὑπωρείας πη μὲν ἔγκοι- λον τὴν ὑπώρειαν τέμνοντες, πη δὲ προσοικοδομοῦντες, ἔστι δὲ οὗ καὶ μετέωρον τὸν πόρον ὑπὲρ γεφυρῶν ἄγοντες, ἔνθα τοῦτο ἐπηνάγκαζον οἱ κρημνοὶ, κοινοῦσι τῷ ἄστει τὴν ἐκ τῶν προαστείων χορηγίαν.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.