ἰδόντι μὴ βοᾶν οὐκ ἔστι καὶ σκιρτᾶν καὶ ἀνᾴττειν καὶ κροτεῖν καὶ μακαρίζειν αὑτὸν τῆς θέας καὶ οἷον ὑπὸ τῆς ἡδονῆς πτεροῦσθαι. ἄλλο γὰρ ἄλλοθεν τὸ μὲν 1 2 θέλγει, τὸ δὲ ἐκπλήττει, καὶ τὸ μὲν κατέχει, τὸ δὲ ἐπισπᾶται καὶ περικέχυται τοῖς ὀφθαλμοῖς αὐγὴ περι- στρέφουσα τὸν θεατήν, Ἀπόλλωνος ἱερόν, Δῖός ἱερόν, στάδιον Ὀλυμπικόν, θέατρον ἁπάσης τέρψεως, κυπα-
ρίττων πλῆθος καὶ πάχος καὶ ὕψος, ἀτραποὶ σκιεραί, χοροὶ μουσικῶν ὀρνίθων, πνεῦμα σύμμετρον, των ἡδίους ὀσμαί, καταγωγαὶ σεμναί, ἡμερίδες εἰς ἀνδρῶνας ἕρπουσαι, Ἀλκίνου κῆποι, τράπεζα Σικελική, κέρας Ἀμαλθείας, πανδαισία, Σύβαρις. λουτρὸν δὲ ὅ
τι ἂν προκρίνας λούσῃ, τὸ χαριέστερόν σοι παρῶπται.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.