γὰρ ὁ Βορέας συνεναυμάχησε μισθόν, ὥς φασιν, ἧς ἥρπασε κόρης διδοὺς τὴν δωρεὰν αὐτοῖς, ἣν οὐ σφόδρα καθίστησι μετρίαν ὁ κηδεστής, ἡμᾶς δὲ ὁ Ζέφυρος οὐ προαδικήσας εἶτα εὖ ποιεῖ, ἀλλ’ ἐρᾷ μέν, ἐρᾷ δὲ οὐ κόρης, ἀλλ’ ὅλης τῆς πόλεως ἔρωτα ἀθάνατον καὶ
κατασχὼν αὑτὸν τοῦ χειμῶνος, ἡνίκα οἶδεν, εἰ προσίοι, λυπήσων, συνεισέρχεται τῷ θέρει τὸ καῦμα ἐπισχήσων.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.