1 2 πεδιάδα τέμνοντα, τὰ δ’ εὐρέα τὴν εἴσοδον, τὰ δὲ πρὸς τοῖς τέρμασι περικλείοντα. τούτων δὲ τὰ μὲν τῷ σχή- ματι διέστηκε τῆς ὑπτίας εἰς ὕψος ἠρμένα, τὰ δὲ τῷ εὔγεῳ ἁμιλλᾶται τοῖς κάτω, καὶ οὐκ ἐν ἀτιμοτέροις
γεωργοὶ πονοῦσι ζεύγη περὶ τὰς κορυφὰς ἐλαύνοντες, ἀλλ’ ὅσα μὲν ἡ ἄπεδος ἀλλαχοῦ τρέφει μόνη, ταῦτα παρ’ ἡμῖν καὶ τὰ ὄρη γεννᾷ, ὅσα δὲ τῶν ὀρῶν ἐστιν ἀλλαχοῦ δοῦναι μόνων, ταῦτα παρ’ ἡμῖν καὶ παρὰ τῶν πεδίων τίκτεται.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.