δὲ διεστήκασιν ἀλλήλων οὐχ ἦττον ἢ τῶν ἐν ταῖς ἄλλαις πόλεσι καὶ πυνθάνονται περὶ τῶν ἐγγὺς οἰκούν- των, ὥσπερ ἀποδημούντων. καὶ γὰρ ὄμβρῳ καὶ χαλάζῃ καὶ χιόνι καὶ πνεύμασιν οἴκοι κατέχονται τοῖς δεθεμέ- νοις παραπλησίως, μόλις δὲ τῶν οἰκετῶν οἱ πάλαι
ταλαιπωρεῖσθαι μεμαθηκότες εἰς ἀγορὰν παρακύψαντες ἀποπηδῶσιν· ὥστε ὁπότε ἀπαιθριάσειεν, ὥσπερ ἐκ κροῦ πλοῦ σεσωσμένοι, περιβάλλοντες ἀλλήλους ἀσπά- ζονται πολλὰ μὲν ἐκλελοιπότες εἰς ἀλλήλους ὧν ὁ φιλίας νόμος ἔταξε, μεμφόμενοι δὲ ἀνθ’ ἑαυτῶν <ἐκεῖνα
ὑφ’ ὧν> κεκώλυνται.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.