παρήσω, ὅτι τῷ μήκει τῷ τῶν στοῶν ὧν πρῶτον ἐμνή- σθην, εἴ τις τὰς ἀπ’ ἐκείνων ἐπὶ τὸν ποταμὸν Μᾶς συνάψειεν ἑτέρως τῷ μήκει προσθήκην ποιούμενος καὶ 1 2 αὖ πάλιν τὰς τῆς καινῆς ταὐτὸν πρὸς ἀλλήλας μίαν τῇ μιᾷ ταύτῃ πρότερον μῆκος αὐξήσειεν, εἰ τοῦτό τις συνθείη, μᾶλλον δὲ μένοι μὲν ἕκαστον ὡς εἶχε, λογισμῷ δὲ τὴν μετάστασιν θεώμενος, εὕροι τις ἄν, ὡς σταθ-
μοῦ μέτρον ἡμῖν ἐπέχουσιν αἰ στοαί.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.