τῶν ὄνομα, τῶν δὲ ἐπὶ κάλλει βεβοημένων τῶν μὲν οὐδαμῇ λείπεται, τῶν δὲ καὶ πολὺ κεκράτηκεν, εἰς 1 κάλλους μὲν λόγον οὐδαμοῦ νικώμενον, ἐν | μεγέ- θους δὲ κρίσει πανταχοῦ νικῶν, εἰς τοσούτους θαλά- μους καὶ στοὰς καὶ ἀνδρῶνας διῃρημένον, ὥστε καὶ
τοὺς λίαν ἐθάδας ἐκ θυρῶν ἐπὶ θύρας ἰόντας εἰς πλάνην ἐμπίπτειν. τοῦτό μοι δοκεῖ κἂν μόνον ἐν πόλει φαύλως ἐχούσῃ κείμενον, οἵας πολλὰς ἐπὶ κης ὁρῶμεν, ἔνθα οὐ πολλαὶ καλύβαι ποιοῦσι τὰς πόλεις, εἰ τούτων μιᾷ τοῦτο ἐνέκειτο, πάντως ἂν παρ-
εἶχεν ἐν ἐξετασμῷ πόλεων τῇ κεκτημένῃ μεγαλαυ- 2 3 χεῖσθαι.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.