δεξιὰν ἁψῖδες πανταχόθεν. τετραμμέναι μίαν ὀροφὴν ἔχουσαι λίθου παρέχουσιν ἀρχὴν ἑτέραις στοαῖς πρὸς ἄρκτον ἄχρι τοῦ ποταμοῦ προϊούσαις τὸ περὶ αὐτὰς Νυμφῶν ἱερὸν οὐρανόμηκες λίθων αὐγαῖς καὶ κιόνων χρόαις καὶ γραφῆς αἴγλῃ καὶ ναμάτων πλούτῳ πάντα
ὀφθαλμὸν ἐπιστρέφον. στενωποὶ δὲ καὶ ἀπὸ τούτων ᾗπερ ἀπὸ τῶν προτέρων ὥρμηνται.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.