λόγων καὶ δι’ ὁμοίας ἀκμῆς ἐχώρησε. καὶ τοῖς ἔξωθεν ἐπ’ αὐτοὺς ἥκουσι καὶ τοῖς ἁψαμένοις ἔνδοθεν | 1 ὑπῆρχε μετασχεῖν τῶν πηγῶν, ὥστ’ ἤδη δόξα νενί- κηκεν, ὡς ὅστις ἂν ἐπιβῇ τῆς γῆς, γέγευται τῆς τέχνης καὶ ῥητορείας κεκοινώνηκεν, ὥσπερ τῆς γῆς πνεῦμα
ἀνείσης μουσικόν, καθάπερ ἑτέρωθι μαντικόν.
τῆς διοικήσεως καὶ μέσα καὶ τελευταῖα τό τι προσ- θεῖναι τῇ πόλει. καὶ γὰρ οὖν οἷς μὲν ὑπῆρξε προσ- θεῖναι, καθάπερ οἱ τοῖς θεοῖς μέγιστα ἀνάψαντες ἀνα- 2 3 θήματα, σὺν εὐφροσύνῃ τὸν ὑπόλοιπον ζῶσι χρόνον ἔχοντες ἐν ταῖς συνουσίαις ὅ τι κάλλιστον ἑαυτῶν διηγοῦνται, μᾶλλον δὲ πάντα λέγειν ἔχοντες, ἃ λαμ- πρύνειν πέφυκεν ἄνθρωπον, τὰ ἄλλα σιγῶντες ἐνὶ τούτῳ φιλοτιμοῦνται θαρροῦντες, ὡς οὔποτε αὐτοὺς
λήθη καταλήψεται τῶν ἔργων αὐτοῖς ἐν τῷ καλλίστῳ τῶν ὑπὸ τὸν ἥλιον ἑστηκότων.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.