πόλεις ταῖς γνώμαις ὀρθοῦντες ἓν μόνον κτῶνται τὸ τούτων αἴτιοι γίγνεσθαι καὶ ἀπίασι δὴ κεναῖς μὲν χερσί, τῇ δόξῃ δὲ ἐστεφανωμένοι. ἃ δὴ καὶ ὑμεῖς 1 2 εἰδότες Μούσαις τε ἱερὰ πολυτελῶς οἰκοδομεῖσθε νέοις μὲν ἐνδιατρίβειν, ταῖς δὲ θεαῖς γέρας, καὶ διδασκάλοις πολίταις τε χρῆσθε καὶ οὐ φθονεῖτε ξένοις.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.