πόλις καὶ καθάπερ πατρίδος ἀποδημῶν ἐπιστρέφει τε τὸν νοῦν πρὸς αὐτὴν καὶ τὴν ἐπάνοδον ὅρκον πεποί- ηται καὶ τὴν ἀπουσίαν κουφίζει γράμμασι καὶ πολέμους πολέμοις ἀπνευστὶ συνάπτει τοῖς ἐπὶ τῆς ἐσπέρας πόνοις τὴν τῆς ἔω θέαν θηρώμενος, μᾶλλον δὲ τοῖς
ἐπὶ τῆς ἑῴας τὴν τῆς ἡμετέρας θέαν. οὔκουν ἑτέρωσε προὔβη, πλὴν ὅσα πόλεμος ἠνάγκασεν, ἀλλ’ ὡς ἀληθῶς ὥσπερ ἐν ἐρωμένης ἀγκάλαις τρυφῶν ἥδιστον τοῦ χρόνου τὸν ἐνταῦθα ἦγεν.
ὥσπερ ἐν ἀνθρώπου σώματι, θαυμάσαι, τὸ δὲ χρῆμα τῶν λόγων, ὃ νοῦν πόλεως ἄξιον προσειπεῖν, εἰς ἀμέ- λειαν ἐρριμμένον εὑρεῖν; καὶ μὴν τοῦτό γέ ἐστιν, ὃ μεγάλην τε οὖσαν σεμνοτέραν ποιεῖ καὶ εἰ μὴ τοσαύτην γε εἶναι συνέβη, πάντως ἂν εἰς τὸ θαυμάζεσθαι καθίστη.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.