ἡμῖν δὲ τῶν ἀγρῶν πολλοὺς τῶν ἀστικῶν ἐφελκομέ- νων, ὥσπερ κεκενωμένων, ἡ πόλις εἰς πλῆθος ἀνθεῖ καὶ οὕτω διὰ πάσης ἡμέρας ἐπ’ ἀγορᾶς ἴσον, ὥστε πληθούσης ἀγορᾶς οὐχ ἔν τι μέρος τῆς ἡμέρας τῇδε δηλοῖ καὶ σφόδρα ἔν τι δηλοῦν ἑτέρωθι· τὸ γὰρ ὡμα-
λισμένον οὐδὲν ἐξαίρετον τῆς ἡμέρας μέρος ἀκοῦσαι συγχωρεῖ, ἀλλ’ ἢν εἴπῃς πλήθουσαν, πάντα τὸν χρό- νον δεδήλωκας.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.