ἡ πόλις σώζουσα τὰ τολμήματα τῶν προγόνων | ἐν 3 τῇ φύσει. σκοπῶμεν τοίνυν, εἰ καὶ τὰς ἄλλας ἀρετὰς Ἀθηναίων ἐφύλαξεν, οὓς ἐδέξατο συνοίκους.
αὑτῶν, καὶ συνέρρεον πανταχόθεν Ἀθήναζε ξένοι, ἡμεῖς δὲ καθ’ Ὅμηρον μακρῷ ταύτῃ πατέρων ἀμείνους· οὐ γὰρ ἔστι πόλις, ἦς οὐ δεδέγμεθα μέρος. ἀλλὰ πλείους μὲν ἀφ’ ἑκάστης οὐκ ἔστιν εἰπεῖν, οὐ πολλῷ δὲ ἐλάτ- τους τῶν καταμεινάντων ἑκασταχοῦ τοὺς δεῦρο μετα-
στάντας δεδέγμεθα, τοὺς μὲν τρυφῆς ἐπιθυμίᾳ, τοὺς δὲ κατ’ ἐμπορίας λόγον, τοὺς δὲ κατ’ ἐπίδειξιν ὧν ἐπίστανται, τοὺς δὲ ὡς ἐπὶ πενίας ἀπαλλαγῇ.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.