θέρως συγγράψασθαι καὶ φυλάξασθαι πιστῶς τίς δῆμος ἐγγὺς τῷ παρ’ ἡμῖν; φωνῆς δὲ τόνος οὐ παρειμένος πρὸς ἀηδίαν, βάδισμα δὲ εὔσχημον, ἀμπεχόνη δὲ οὐκ ἐρραθυμημένη, πρὸς δὲ τοὺς ὑπερέχοντας ὕπειξις, πρὸς 1 2 δὲ τοὺς πεπαιδευμένους φίλτρον, ἀστειοσύνη δὲ ἡ διὰ πάντων, ποῦ ταῦτα ἐν ἄλλῳ δήμῳ ; εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ποῦ ταῦτα ἐν ἄλλῃ βουλῇ; οὕτω κρείττων ἐστὶ 3 τῆς | προσηγορίας καὶ τῇ περὶ τὸν βίον εὐρυθμίᾳ
καλλίονι προσκεχώρηκε σχήματι.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.