ἕτεροι, οὕτω δὲ πρὸς τὴν δαπάνην ἀφειδῶς ἐξορμῶντες, ὥστ’ ἤδη φόβον, μὴ πρὸς ἔνδειαν ὑπενεχθῶσι, παρι- στάναι, ἐν πολυτρόποις εἴδεσι τὰς ἀναλώσεις μενοι, νῦν μὲν τὸ πλῆθος διατρέφοντες ἐν ταῖς χρείαις καὶ ἐπιδόσεσι τὰς τῆς γῆς ἐνδείας ἀφανίζοντες, ἀεὶ δὲ
τὴν πόλιν ἅπασαν λουτρῶν τε ἀπολαύσει καὶ των | χάρισιν ὠφελοῦντές τε καὶ ψυχαγωγοῦντες, 3 ἔτι ζῶντες εἰσάγοντες εἰς τὸ ·λειτουργεῖν τοὺς παῖδας καὶ τὴν ἐκ τῶν νόμων ἀτέλειαν ταῖς μεγαλοψυχίαις εἰς τέλος ἄγοντες, φαιδρότεροι τῶν οὔπω κεχορηγηκότων
οἱ τὰ αὑτῶν ἀνηλωκότες.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.