τῷ μὲν ἐδημιουργεῖτο θέατρον, τῷ δὲ βουλευτήριον, ὁ δὲ ὁδοὺς ἐλέαινεν, οἱ δὲ τὰ Νυμφῶν ὀχετοῖς ἐκόμιζον, οἱ μὲν ἐκ προαστείων εἰς τὴν πόλιν, οἱ δὲ εἰς τὸ νεώτερον μέρος ἐκ τῶν πηγῶν, αἷς ἡ παλαιτέρα βρύει, νεώς τε ἐπὶ νεῷ κατεσκευάζετο καὶ τὸ πλεῖστον ἦν
τῆς πόλεως ἐν τοῖς ἱεροῖς· τὸ γὰρ αὐτό, κόσμος τε τῇ πόλει καὶ φυλακή, τῶν θεῶν τὰ ἀνάκτορα.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.