ἐκ Φοινίκης πεπεισμένος μὴ πάνυ τοῖς παρ’ ἐμοῦ προσέχειν, ὡς ὑπερβολῇ φιλανθρωπίας πολλὰ διαφθεί- ροντος, ἐγὼ δὲ τοῦτο αἰσθόμενος ἐπὶ μὲν προσηγορίᾳ χρῶμαι ταῖς εἰσόδοις αἱ τοῦ μηνὸς γίγνονται τετράκις, τοῦτο δὲ ποιήσας ἄφωνος καθέζομαι δεικνύς, ὡς οὐ
τοῦ πολλὰ πράττειν ἐπιθυμῶ, καὶ γὰρ τοῦτ’ ἀκήκοε καὶ τὸν εἰπόντ᾿ οὐκ ἐμέμψατο, λοιπὸν ἦν τὸν μὲν ἐᾶν ποιεῖν τὸ δοκοῦν, διδάξαι δὲ τοὺς βουλομένους ἀκούειν, ὅτι χείρω μένοιτ᾿ ἂν ἡμῖν τῇ περὶ ταῦτα σπουδῇ Ὀλύμπια.
Oratio 10. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.