καθέξει νόσος, ἀτύχημα τοῦτο κέκριται. ἐπέδωκε γάρ, φασί τινες, εἰς πολυανθρωπίαν ἡ πόλις. ἐγὼ δὲ ἐβου- λόμην μὲν μὴ τὰς ἐν ταῖς ἄλλαις συμφορὰς ηὐξηκέναι σώμασι τὴν πόλιν τὴν ἡμετέραν, ἀλλ’ ἔχειν μὲν ἑκά- στην τοὺς ἑαυτῆς, εἶναι δὲ ἡμῖν ἐλάττους ἢ οὕτω
πλείους· ἐπεὶ δὲ οὓς ἐξέβαλεν οἴκοθεν τὸ κακῶς πράττειν, οὗτοι δεῦρο συνερρυήκασι, μὴ διὰ τοῦτό γε ἡμῖν αἴρεσθαι τουτὶ τὸ θέατρον.
Oratio 10. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.